Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.143 Joseph. BJ 6.151 (English) >>Joseph. BJ 6.157

6.148καὶ Ῥωμαίων μὲν ἐπισήμως ἠγωνίσαντο πολλοί, Ἰουδαίων δʼ ἐκ μὲν τῶν περὶ Σίμωνα Ἰούδης τοῦ Μαρεώτου καὶ Σίμων τοῦ Ὁσαΐα, τῶν δὲ Ἰδουμαίων Ἰάκωβος καὶ

-- --

Σίμων, Ἀκατελᾶ μὲν οὗτος παῖς, Σωσᾶ δὲ Ἰάκωβος, τῶν δὲ μετὰ Ἰωάννου Γεφθέος καὶ Ἀλεξᾶς, τῶν δὲ ζηλωτῶν Σίμων υἱὸς Ἀρί. 6.149

Ἐν τούτῳ δʼ λοιπὴ τῶν Ῥωμαίων δύναμις ἡμέραις ἑπτὰ καταστρεψαμένη τοὺς τῆς Ἀντωνίας θεμελίους μέχρι τοῦ ἱεροῦ πλατεῖαν ὁδὸν εὐτρεπίσαντο. 6.150πλησιάσαντα δὲ τῷ πρώτῳ περιβόλῳ τὰ τάγματα κατήρχετο χωμάτων, τὸ μὲν ἀντικρὺς τῆς τοῦ εἴσω ἱεροῦ γωνίας, ἥτις ἦν κατʼ ἄρκτον καὶ δύσιν, τὸ δὲ κατὰ τὴν βόρειον ἐξέδραν, μεταξὺ τῶν δύο πυλῶν ἦν· 6.151τῶν δὲ λοιπῶν δύο θάτερον μὲν κατὰ τὴν ἑσπέριον στοὰν τοῦ ἔξωθεν ἱεροῦ, τὸ δʼ ἕτερον ἔξω κατὰ τὴν βόρειον. προύκοπτεν μέντοι μετὰ πολλοῦ καμάτου καὶ ταλαιπωρίας αὐτοῖς τὰ ἔργα καὶ τὴν ὕλην ἀφʼ ἑκατὸν σταδίων συγκομίζουσιν, 6.152ἐκακοῦντο δʼ ἔσθʼ ὅπη καὶ κατʼ ἐπιβουλάς, αὐτοὶ διὰ περιουσίαν τοῦ κρατεῖν ὄντες ἀδεέστεροι καὶ διʼ ἀπόγνωσιν ἤδη σωτηρίας χρώμενοι τολμηροτέροις τοῖς Ἰουδαίοις. 6.153τῶν γὰρ ἱππέων τινὲς ὁπότε προέλθοιεν ἐπὶ ξυλείαν χόρτου συλλογήν, τὸν τῆς συγκομιδῆς χρόνον ἀνίεσαν βόσκεσθαι τοὺς ἵππους ἀποχαλινοῦντες, οὓς οἱ Ἰουδαῖοι κατὰ στῖφος ἐκπηδῶντες ἥρπαζον.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.143 Joseph. BJ 6.151 (English) >>Joseph. BJ 6.157

Powered by PhiloLogic